BIBLE
Matthew 26
1 | Now it happened that when Jesus had finished all these words, He said to His disciples, | Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· | Now it happened |   |
2 | “You know that after two days the Passover is coming, and the Son of Man is to be delivered over for crucifixion.” | Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. | the Passover delivered over |   |
3 | Then the chief priests and the elders of the people were gathered together in the court of the high priest, named Caiaphas; | Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, |   | |
4 | and they plotted together to seize Jesus by stealth and kill Him. | καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· |   | |
5 | But they were saying, “Not during the festival, lest a riot occur among the people.” | ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. | lest |   |
6 | Now when Jesus was in Bethany, at the home of Simon the leper, | Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, |   | |
7 | a woman came to Him with an alabaster jar of very costly perfume, and she poured it on His head as He reclined at the table. | προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. |   | |
8 | But when the disciples saw this, they were indignant, saying, “Why this waste? | ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; | when the disciples saw…saying |   |
9 | For this perfume might have been sold for a high price and the money given to the poor.” | ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. |   | |
10 | But Jesus, aware of this, said to them, “Why do you bother the woman? For she has done a good work to Me. | γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· |   | |
11 | For you always have the poor with you; but you do not always have Me. | πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· |   | |
12 | For when she poured this perfume on My body, she did it to prepare Me for burial. | βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. |   | |
13 | Truly I say to you, wherever this gospel is proclaimed in the whole world, what this woman has done will also be spoken of in memory of her.” | ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. |   | |
14 | Then one of the twelve, named Judas Iscariot, went to the chief priests | Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς |   | |
15 | and said, “What are you willing to give me to deliver Him to you?” And they weighed out thirty pieces of silver to him. | εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. | deliver |   |
16 | And from then on he began looking for a good opportunity to betray Jesus. | καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. | betray |   |
17 | Now on the first day of Unleavened Bread the disciples came to Jesus, saying, “Where do You want us to prepare for You to eat the Passover?” | Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; | saying |   |
18 | And He said, “Go into the city to a certain man, and say to him, ‘The Teacher says, “My time is near; I am keeping the Passover at your house with My disciples.”’” | ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. |   | |
19 | And the disciples did as Jesus had directed them; and they prepared the Passover. | καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. | the Passover |   |
20 | Now when evening came, Jesus was reclining at the table with the twelve disciples. | Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν |   | |
21 | And as they were eating, He said, “Truly I say to you that one of you will betray Me.” | καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. | betray |   |
22 | And being deeply grieved, they each one began to say to Him, “Surely not I, Lord?” | καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε; |   | |
23 | And He answered and said, “He who dipped his hand with Me in the bowl is the one who will betray Me. | ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει· | answered and said betray |   |
24 | The Son of Man is going, just as it is written of Him; but woe to that man by whom the Son of Man is betrayed! It would have been good for that man if he had not been born.” | ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. | betrayed |   |
25 | And Judas, who was betraying Him, answered and said, “Surely not I, Rabbi?” Jesus said to him, “You yourself said it.” | ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. | betraying Surely not I |   |
26 | Now while they were eating, Jesus took some bread, and after a blessing, He broke it. And giving it to the disciples, He said, “Take, eat; this is My body.” | Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. |   | |
27 | And when He had taken a cup and given thanks, He gave it to them, saying, “Drink from it, all of you; | καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, |   | |
28 | for this is My blood of the covenant, which is poured out for many for forgiveness of sins. | τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· |   | |
29 | But I say to you, I will not drink of this fruit of the vine from now on until that day when I drink it new with you in My Father’s kingdom.” | λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. |   | |
30 | And after singing a hymn, they went out to the Mount of Olives. | καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. |   | |
31 | Then Jesus said to them, “You will all fall away because of Me this night, for it is written, ‘I WILL STRIKE DOWN THE SHEPHERD, AND THE SHEEP OF THE FLOCK SHALL BE SCATTERED.’ | Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· |   | |
32 | But after I have been raised, I will go ahead of you to Galilee.” | μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. |   | |
33 | But Peter answered and said to Him, “Even though all may fall away because of You, I will never fall away.” | ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. | answered and said |   |
34 | Jesus said to him, “Truly I say to you that this very night, before a rooster crows, you will deny Me three times.” | ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. |   | |
35 | Peter said to Him, “Even if I have to die with You, I will not deny You.” All the disciples said the same thing too. | λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. |   | |
36 | Then Jesus came with them to a place called Gethsemane, and said to His disciples, “Sit here while I go over there and pray.” | Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι. |   | |
37 | And He took with Him Peter and the two sons of Zebedee, and began to be grieved and distressed. | καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. |   | |
38 | Then He said to them, “My soul is deeply grieved, to the point of death; remain here and keep watch with Me.” | τότε λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ. |   | |
39 | And He went a little beyond them, and fell on His face and prayed, saying, “My Father, if it is possible, let this cup pass from Me; yet not as I will, but as You will.” | καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ. |   | |
40 | And He came to the disciples and found them sleeping, and said to Peter, “So, you men could not keep watch with Me for one hour? | καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ; |   | |
41 | Keep watching and praying that you may not enter into temptation; the spirit is willing, but the flesh is weak.” | γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. |   | |
42 | He went away again a second time and prayed, saying, “My Father, if this cannot pass away unless I drink it, Your will be done.” | πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. |   | |
43 | And again He came and found them sleeping, for their eyes were heavy. | καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. |   | |
44 | And He left them again, and went away and prayed a third time, saying the same thing once more. | καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. |   | |
45 | Then He came to the disciples and said to them, “Are you still sleeping and resting? Behold, the hour is at hand and the Son of Man is being betrayed into the hands of sinners. | τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. | betrayed |   |
46 | Get up, let us go; behold, the one who betrays Me is at hand!” | ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. | betrays |   |
47 | And while He was still speaking, behold, Judas, one of the twelve, came up, and with him was a large crowd with swords and clubs, who came from the chief priests and elders of the people. | Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. | And and with him |   |
48 | Now he who was betraying Him gave them a sign, saying, “Whomever I kiss, He is the one; seize Him.” | ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. | betraying |   |
49 | And immediately Judas went to Jesus and said, “Greetings, Rabbi!” and kissed Him. | καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. | Greetings |   |
50 | And Jesus said to him, “Friend, do what you have come for.” Then they came and laid hands on Jesus and seized Him. | ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. |   | |
51 | And behold, one of those who were with Jesus stretched out his hand and drew out his sword and struck the slave of the high priest and cut off his ear. | καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. | stretched out his hand |   |
52 | Then Jesus said to him, “Put your sword back into its place; for all those who take up the sword shall perish by the sword. | τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται· |   | |
53 | Or do you think that I cannot appeal to My Father, and He will at once put at My disposal more than twelve legions of angels? | ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; |   | |
54 | Therefore, how will the Scriptures be fulfilled, which say that it must happen this way?” | πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; | Therefore |   |
55 | At that time Jesus said to the crowds, “Have you come out with swords and clubs to arrest Me as you would against a robber? Every day I used to sit in the temple teaching and you did not seize Me. | ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. |   | |
56 | But all this has taken place in order that the Scriptures of the prophets would be fulfilled.” Then all the disciples left Him and fled. | τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. |   | |
57 | Now those who had seized Jesus led Him away to Caiaphas, the high priest, where the scribes and the elders were gathered together. | Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. |   | |
58 | But Peter was following Him at a distance as far as the courtyard of the high priest, and entered in, and sat down with the officers to see the outcome. | ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. |   | |
59 | Now the chief priests and the whole Sanhedrin kept trying to obtain false testimony against Jesus, so that they might put Him to death. | οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, | Sanhedrin |   |
60 | And they did not find any, even though many false witnesses came forward. But later on two came forward, | καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο |   | |
61 | and said, “This man stated, ‘I am able to destroy the sanctuary of God and to rebuild it in three days.’” | εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. | sanctuary |   |
62 | And the high priest stood up and said to Him, “Do You not answer? What are these men testifying against You?” | καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; | What are these men testifying |   |
63 | But Jesus kept silent. And the high priest said to Him, “I put You under oath by the living God, that You tell us whether You are the Christ, the Son of God.” | ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. | I put You under oath the Christ |   |
64 | Jesus said to him, “You yourself said it; nevertheless I tell you, hereafter you will see THE SON OF MAN SITTING AT THE RIGHT HAND OF POWER AND COMING ON THE CLOUDS OF HEAVEN.” | λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. |   | |
65 | Then the high priest tore his garments and said, “He has blasphemed! What further need do we have of witnesses? Behold, you have now heard the blasphemy; | τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν· | garments |   |
66 | what do you think?” They answered and said, “He deserves death!” | τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. |   | |
67 | Then they spat in His face and beat Him with their fists; and others slapped Him, | τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν |   | |
68 | and said, “Prophesy to us, O Christ; who is the one who hit You?” | λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; | Christ |   |
69 | Now Peter was sitting outside in the courtyard, and a servant-girl came to him and said, “You too were with Jesus the Galilean.” | Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· |   | |
70 | But he denied it before them all, saying, “I do not know what you are talking about.” | ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. |   | |
71 | And when he had gone out to the gateway, another servant-girl saw him and said to those who were there, “This man was with Jesus of Nazareth.” | ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ· Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· |   | |
72 | And again he denied it with an oath, “I do not know the man.” | καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. | oath |   |
73 | A little later the bystanders came up and said to Peter, “Surely you too are one of them; for even the way you talk gives you away.” | μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· |   | |
74 | Then he began to curse and swear, “I do not know the man!” And immediately a rooster crowed. | τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν· |   | |
75 | And Peter remembered the word which Jesus had said, “Before a rooster crows, you will deny Me three times.” And he went out and cried bitterly. | καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. |   | |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES