BIBLE
Luke 1
1 | Inasmuch as many have undertaken to compile an account of the things that have been fulfilled among us, | Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, |   | |
2 | just as those, who from the beginning were eyewitnesses and servants of the word, handed them down to us, | καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, |   | |
3 | it seemed fitting for me as well, having investigated everything carefully from the beginning, to write it out for you in orderly sequence, most excellent Theophilus, | ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, | in orderly sequence |   |
4 | so that you may know the certainty about the things you have been taught. | ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. | certainty |   |
5 | In the days of Herod, king of Judea, there was a priest named Zechariah, of the division of Abijah, and he had a wife from the daughters of Aaron, and her name was Elizabeth. | Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. | Zechariah |   |
6 | And they were both righteous in the sight of God, walking blamelessly in all the commandments and righteous requirements of the Lord. | ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. |   | |
7 | But they had no child, because Elizabeth was barren, and they were both advanced in years. | καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. |   | |
8 | Now it happened that while he was performing his priestly service before God in the order of his division, | Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ | Now it happened |   |
9 | according to the custom of the priestly office, he was chosen by lot to enter the sanctuary of the Lord and burn incense. | κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, | sanctuary |   |
10 | And the whole multitude of the people were praying outside at the hour of the incense offering. | καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· |   | |
11 | And an angel of the Lord appeared to him, standing to the right of the altar of incense. | ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. |   | |
12 | And Zechariah was troubled when he saw the angel, and fear fell upon him. | καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν. | Zechariah |   |
13 | But the angel said to him, “Do not be afraid, Zechariah, for your prayer has been heard, and your wife Elizabeth will bear you a son, and you will call his name John. | εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· | Zechariah prayer |   |
14 | And you will have joy and gladness, and many will rejoice at his birth. | καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται· |   | |
15 | For he will be great in the sight of the Lord; and HE WILL NOT DRINK ANY WINE OR STRONG DRINK, and he will be filled with the Holy Spirit while yet in his mother’s womb. | ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, | NOT DRINK ANY WINE |   |
16 | And he will turn many of the sons of Israel back to the Lord their God. | καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· |   | |
17 | And he will go before Him in the spirit and power of Elijah, TO TURN THE HEARTS OF THE FATHERS BACK TO THE CHILDREN, and the disobedient to the attitude of the righteous, to make ready a people prepared for the Lord.” | καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. | attitude |   |
18 | And Zechariah said to the angel, “How will I know this? For I am an old man and my wife is advanced in years.” | καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. | Zechariah |   |
19 | And the angel answered and said to him, “I am Gabriel, who stands before God, and I was sent to speak to you and to bring you this good news. | καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· |   | |
20 | And behold, you shall be silent and unable to speak until the day when these things take place, because you did not believe my words, which will be fulfilled in their proper time.” | καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. |   | |
21 | And the people were waiting for Zechariah, and were wondering at his delay in the sanctuary. | Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. | Zechariah |   |
22 | But when he came out, he was unable to speak to them, and they realized that he had seen a vision in the sanctuary. And he kept making signs to them, and remained mute. | ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. | sanctuary |   |
23 | And it happened that when the days of his priestly service were fulfilled, he went back home. | καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. | And it happened fulfilled |   |
24 | After these days Elizabeth his wife conceived, and she kept herself in seclusion for five months, saying, | Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα |   | |
25 | “This is the way the Lord has dealt with me in the days when He looked upon me to take away my disgrace among men.” | ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. |   | |
26 | Now in the sixth month the angel Gabriel was sent from God to a city in Galilee called Nazareth, | Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ |   | |
27 | to a virgin betrothed to a man whose name was Joseph, of the house of David, and the virgin’s name was Mary. | πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. | betrothed |   |
28 | And coming in, he said to her, “Greetings, favored one! The Lord is with you.” | καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. |   | |
29 | But she was very perplexed at this statement, and was pondering what kind of greeting this was. | ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. | greeting |   |
30 | And the angel said to her, “Do not be afraid, Mary, for you have found favor with God. | καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· |   | |
31 | And behold, you will conceive in your womb and bear a son, and you shall name Him Jesus. | καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. |   | |
32 | He will be great and will be called the Son of the Most High, and the Lord God will give Him the throne of His father David, | οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, |   | |
33 | and He will reign over the house of Jacob forever, and there will be no end of His kingdom.” | καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. | there will be no end of His kingdom |   |
34 | But Mary said to the angel, “How will this be, since I am a virgin?” | εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; |   | |
35 | The angel answered and said to her, “The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you; and for that reason the holy Child shall be called the Son of God. | καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· |   | |
36 | And behold, your relative Elizabeth has also conceived a son in her old age; and this is the sixth month for her who was called barren. | καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· |   | |
37 | For nothing will be impossible with God.” | ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. |   | |
38 | And Mary said, “Behold, the slave of the Lord; may it be done to me according to your word.” And the angel departed from her. | εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος. |   | |
39 | Now at this time Mary arose and went in a hurry to the hill country, to a city of Judah, | Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, |   | |
40 | and entered the house of Zechariah and greeted Elizabeth. | καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. | Zechariah |   |
41 | And it happened that when Elizabeth heard Mary’s greeting, the baby leaped in her womb, and Elizabeth was filled with the Holy Spirit. | καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, | And it happened |   |
42 | And she cried out with a loud voice and said, “Blessed are you among women, and blessed is the fruit of your womb! | καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. |   | |
43 | And how has it happened to me, that the mother of my Lord would come to me? | καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ; |   | |
44 | For behold, when the sound of your greeting reached my ears, the baby leaped in my womb for joy. | ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. |   | |
45 | And blessed is she who believed that there would be a fulfillment of what had been spoken to her by the Lord.” | καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. |   | |
46 | And Mary said: | Καὶ εἶπεν Μαριάμ· |   | |
47 | And my spirit has rejoiced in God my Savior. | καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου· |   | |
48 | For He has looked upon the humble state of His slave, | ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, | looked upon |   |
49 | For the Mighty One has done great things for me, | ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, |   | |
50 | AND HIS MERCY IS UPON GENERATION AFTER GENERATION | καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς |   | |
51 | He has done a mighty deed with His arm; | Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, | a mighty deed |   |
52 | He has brought down rulers from their thrones, | καθεῖλεν δυνάστας ἀπὸ θρόνων |   | |
53 | HE HAS FILLED THE HUNGRY WITH GOOD THINGS, | πεινῶντας ἐνέπλησεν ἀγαθῶν |   | |
54 | He has given help to Israel His servant, | ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, |   | |
55 | As He spoke to our fathers, | καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, |   | |
56 | And Mary stayed with her about three months, and then returned to her home. | Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. |   | |
57 | Now the time was fulfilled for Elizabeth to give birth, and she gave birth to a son. | Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. | fulfilled |   |
58 | And her neighbors and her relatives heard that the Lord had magnified His great mercy toward her, and they were rejoicing with her. | καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. |   | |
59 | And it happened that on the eighth day they came to circumcise the child, and they were going to call him Zechariah, after the name of his father. | Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. | Zechariah |   |
60 | But his mother answered and said, “No, but he shall be called John.” | καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. |   | |
61 | And they said to her, “There is no one among your relatives who is called by this name.” | καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. |   | |
62 | And they were making signs to his father, as to what he wanted him called. | ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. |   | |
63 | And he asked for a tablet and wrote as follows, “His name is John.” And they all marveled. | καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. |   | |
64 | And at once his mouth was opened and his tongue loosed, and he began to speak, blessing God. | ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. |   | |
65 | And fear came on all those living around them, and all these matters were being talked about in all the hill country of Judea. | καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, |   | |
66 | And all who heard these things put them in their heart, saying, “What then will this child be?” For the hand of the Lord was indeed with him. | καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετʼ αὐτοῦ. | these things…them |   |
67 | And his father Zechariah was filled with the Holy Spirit, and prophesied, saying: | Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων· | Zechariah |   |
68 | “Blessed be the Lord God of Israel, | Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, |   | |
69 | And raised up a horn of salvation for us | καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν |   | |
70 | As He spoke by the mouth of His holy prophets from of old— | καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος προφητῶν αὐτοῦ, |   | |
71 | Salvation FROM OUR ENEMIES, | σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν |   | |
72 | To show mercy toward our fathers, | ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν |   | |
73 | The oath which He swore to Abraham our father, | ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν |   | |
74 | To grant us that we, being rescued from the hand of our enemies, | ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ |   | |
75 | In holiness and righteousness before Him all our days. | ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν. |   | |
76 | And you, child, will be called the prophet of the Most High, | καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, |   | |
77 | To give to His people the knowledge of salvation | τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ |   | |
78 | Because of the tender mercy of our God, | διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, |   | |
79 | TO SHINE UPON THOSE WHO SIT IN DARKNESS AND THE SHADOW OF DEATH, | ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, |   | |
80 | And the child continued to grow and to become strong in spirit, and he lived in the desolate regions until the day of his public appearance to Israel. | Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. | desolate regions |   |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES