BIBLE
Luke 23
1 | Then their whole assembly rose up and brought Him before Pilate. | Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. | their whole assembly |   |
2 | And they began to accuse Him, saying, “We found this man misleading our nation and forbidding to pay taxes to Caesar, and saying that He Himself is Christ, a King.” | ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα αὑτὸν χριστὸν βασιλέα εἶναι. |   | |
3 | So Pilate asked Him, saying, “Are You the King of the Jews?” And He answered him and said, “You yourself say it.” | ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. | You yourself say it |   |
4 | Then Pilate said to the chief priests and the crowds, “I find no guilt in this man.” | ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. |   | |
5 | But they kept on insisting, saying, “He stirs up the people, teaching all over Judea, starting from Galilee even as far as this place.” | οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. |   | |
6 | Now when Pilate heard this, he asked whether the man was a Galilean. | Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, |   | |
7 | And when he learned that He belonged to Herod’s jurisdiction, he sent Him to Herod, who himself also was in Jerusalem in those days. | καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. | in those days |   |
8 | Now when Herod saw Jesus, he rejoiced greatly; for he had wanted to see Him for a long time, because he had been hearing about Him and was hoping to see some sign performed by Him. | ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον. | Now when Herod saw rejoiced greatly |   |
9 | And he questioned Him at some length, but He answered him nothing. | ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. |   | |
10 | And the chief priests and the scribes were standing there, vehemently accusing Him. | εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. | vehemently accusing Him |   |
11 | And Herod with his soldiers, after treating Him with contempt and mocking Him, dressed Him in a bright robe and sent Him back to Pilate. | ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. | bright |   |
12 | Now Herod and Pilate became friends with one another that very day; for before they had been at enmity with each other. | ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς. |   | |
13 | And Pilate summoned the chief priests and the rulers and the people, | Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν |   | |
14 | and said to them, “You brought this man to me as one who incites the people to rebellion, and behold, having examined Him before you, I have found in this man no guilt of what you are accusing Him. | εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ. | I have found in this man no guilt of what you are accusing Him. |   |
15 | No, nor has Herod, for he sent Him back to us; and behold, nothing deserving death has been done by Him. | ἀλλʼ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· |   | |
16 | Therefore I will punish Him and release Him.” | παιδεύσας οὖν αὐτὸν ἀπολύσω. |   | |
17 | [Now he was obliged to release to them at the feast one prisoner.] |   | ||
18 | But they cried out all together, saying, “Away with this man, and release for us Barabbas!” | Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· |   | |
19 | (He had been thrown into prison for an insurrection made in the city and for murder.) | ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. | He |   |
20 | But again Pilate addressed them, wanting to release Jesus, | πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. | But again Pilate addressed them |   |
21 | but they kept on calling out, saying, “Crucify, crucify Him!” | οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρου σταύρου αὐτόν. |   | |
22 | And he said to them a third time, “Why, what evil has this man done? I have found in Him no guilt worthy of death; therefore I will punish Him and release Him.” | ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. | a third time |   |
23 | But they were insistent, with loud voices asking that He be crucified. And their voices were prevailing. | οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. |   | |
24 | And Pilate pronounced sentence that their demand be granted. | καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· |   | |
25 | And he released the man they were asking for who had been thrown into prison for insurrection and murder, but he delivered Jesus to their will. | ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. |   | |
26 | And when they led Him away, they took hold of a man, Simon of Cyrene, coming in from the country, and placed on him the cross to carry behind Jesus. | Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. | took hold of |   |
27 | And following Him was a large multitude of the people, and of women who were mourning and lamenting Him. | Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. |   | |
28 | But Jesus, turning to them, said, “Daughters of Jerusalem, stop crying for Me, but cry for yourselves and for your children. | στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, |   | |
29 | For behold, the days are coming when they will say, ‘Blessed are the barren, and the wombs that never bore, and the breasts that never nursed.’ | ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. |   | |
30 | Then they will begin TO SAY TO THE MOUNTAINS, ‘FALL ON US,’ AND TO THE HILLS, ‘COVER US.’ | τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· |   | |
31 | For if they do these things when the tree is green, what will happen when it is dry?” | ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; |   | |
32 | Now two others also, who were criminals, were being led away to be put to death with Him. | Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. |   | |
33 | And when they came to the place called The Skull, there they crucified Him and the criminals, one on the right and the other on the left. | καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. |   | |
34 | But Jesus was saying, “Father, forgive them; for they do not know what they are doing.” AND THEY CAST LOTS, DIVIDING UP HIS GARMENTS AMONG THEMSELVES. | ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. | AND THEY CAST LOTS, DIVIDING UP HIS GARMENTS AMONG THEMSELVES |   |
35 | And the people stood by, looking on. And even the rulers were scoffing at Him, saying, “He saved others; let Him save Himself if this is the Christ of God, His Chosen One.” | καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ, ὁ ἐκλεκτός. | scoffing |   |
36 | And the soldiers also mocked Him, coming up to Him, offering Him sour wine, | ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ |   | |
37 | and saying, “If You are the King of the Jews, save Yourself!” | καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. |   | |
38 | Now there was also an inscription above Him, “THIS IS THE KING OF THE JEWS.” | ἦν δὲ καὶ ἐπιγραφὴ ἐπʼ αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος. |   | |
39 | And one of the criminals hanging there was blaspheming Him, saying, “Are You not the Christ? Save Yourself and us!” | Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων· Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. | hanging blaspheming |   |
40 | But the other answered, and rebuking him said, “Do you not even fear God, since you are under the same sentence of condemnation? | ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; |   | |
41 | And we indeed are suffering justly, for we are receiving what we deserve for what we have done; but this man has done nothing wrong.” | καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. | done |   |
42 | And he was saying, “Jesus, remember me when You come in Your kingdom!” | καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |   | |
43 | And He said to him, “Truly I say to you, today you shall be with Me in Paradise.” | καὶ εἶπεν αὐτῷ· Ἀμήν σοι λέγω σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. |   | |
44 | And it was now about the sixth hour, and darkness fell over the whole land until the ninth hour, | Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης |   | |
45 | because the sun was obscured. And the veil of the sanctuary was torn in two. | τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. | sanctuary |   |
46 | And Jesus, crying out with a loud voice, said, “Father, INTO YOUR HANDS I COMMIT MY SPIRIT.” Having said this, He breathed His last. | καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. |   | |
47 | Now when the centurion saw what had happened, he began praising God, saying, “Certainly this man was righteous.” | Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. | righteous |   |
48 | And all the crowds who came together for this spectacle, when they observed what had happened, were returning, beating their chests. | καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. |   | |
49 | And all His acquaintances and the women who accompanied Him from Galilee were standing at a distance, watching these things. | εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. | watching |   |
50 | And behold, a man named Joseph, who was a Council member, a good and righteous man | Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— | And behold Council member |   |
51 | (he had not consented to their counsel and action), a man from Arimathea, a city of the Jews, who was waiting for the kingdom of God; | οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, |   | |
52 | this man went to Pilate and asked for the body of Jesus. | οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, |   | |
53 | And he took it down and wrapped it in a linen cloth, and laid Him in a tomb cut into the rock, where no one had ever lain. | καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. |   | |
54 | It was Preparation day, and the Sabbath was about to begin. | καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. | Preparation day |   |
55 | Now the women, who had come with Him from Galilee, followed and beheld the tomb and how His body was laid. | κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, | from |   |
56 | Then after they returned, they prepared spices and perfumes. | ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. |   | |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES