BIBLE
Luke 22
1 | Now the Feast of Unleavened Bread, which is called the Passover, was drawing near. | Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. |   | |
2 | And the chief priests and the scribes were seeking how they might put Him to death; for they were afraid of the people. | καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. |   | |
3 | And Satan entered into Judas who was called Iscariot, who belonged to the number of the twelve. | Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· |   | |
4 | And he went away and discussed with the chief priests and officers how he might betray Him to them. | καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν. |   | |
5 | And they were glad and agreed to give him money. | καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. |   | |
6 | So he consented, and began seeking a good opportunity to betray Him to them apart from the crowd. | καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς. |   | |
7 | Then came the first day of Unleavened Bread on which the Passover lamb had to be sacrificed. | Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ πάσχα· | Passover lamb |   |
8 | And Jesus sent Peter and John, saying, “Go and prepare the Passover for us, so that we may eat it.” | καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. | Passover |   |
9 | And they said to Him, “Where do You want us to prepare it?” | οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; |   | |
10 | And He said to them, “Behold, after you have entered the city, a man will meet you carrying a pitcher of water; follow him into the house that he enters. | ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. | Behold |   |
11 | And you shall say to the owner of the house, ‘The Teacher says to you, “Where is the guest room in which I may eat the Passover with My disciples?”’ | καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; |   | |
12 | And he will show you a large, furnished upper room; prepare it there.” | κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. |   | |
13 | And they left and found everything just as He had told them; and they prepared the Passover. | ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. |   | |
14 | And when the hour had come, He reclined at the table, and the apostles with Him. | Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. |   | |
15 | And He said to them, “I have earnestly desired to eat this Passover with you before I suffer; | καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· | Passover |   |
16 | for I say to you, I shall never again eat it until it is fulfilled in the kingdom of God.” | λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. |   | |
17 | And when He had taken a cup and given thanks, He said, “Take this and share it among yourselves. | καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· |   | |
18 | For I say to you, I will not drink of the fruit of the vine from now on until the kingdom of God comes.” | λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. |   | |
19 | And when He had taken some bread and given thanks, He broke it and gave it to them, saying, “This is My body which is given for you. Do this in remembrance of Me.” | καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου [τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. |   | |
20 | And in the same way He took the cup after they had eaten, saying, “This cup which is poured out for you is the new covenant in My blood. | καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]. |   | |
21 | But behold, the hand of the one betraying Me is with Me on the table. | πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· | with Me |   |
22 | For indeed, the Son of Man is going as it has been determined; but woe to that man by whom He is betrayed!” | ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. |   | |
23 | And they began to argue among themselves which one of them it might be who was going to do this thing. | καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. |   | |
24 | And there arose also a dispute among them as to which one of them was regarded to be greatest. | Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. |   | |
25 | And He said to them, “The kings of the Gentiles lord it over them, and those who have authority over them are called ‘Benefactors.’ | ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. |   | |
26 | But not so with you; rather the one who is the greatest among you must become like the youngest, and the leader like the servant. | ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· | rather |   |
27 | For who is greater, the one who reclines at the table or the one who serves? Is it not the one who reclines? But I am among you as the one who serves. | τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. |   | |
28 | “Now you are those who have stood by Me in My trials, | Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· |   | |
29 | and I grant you a kingdom, just as My Father granted one to Me, | κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, | granted |   |
30 | that you may eat and drink at My table in My kingdom, and you will sit on thrones judging the twelve tribes of Israel. | ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ. |   | |
31 | “Simon, Simon, behold, Satan has demanded to sift all of you like wheat. | Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· | demanded all of you |   |
32 | But I have prayed earnestly for you, that your faith may not fail; and you, once you have returned, strengthen your brothers.” | ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. | returned |   |
33 | But he said to Him, “Lord, with You I am ready to go both to prison and to death!” | ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. |   | |
34 | And He said, “I say to you, Peter, the rooster will not crow today until you have denied three times that you know Me.” | ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι. |   | |
35 | And He said to them, “When I sent you out without money belt and bag and sandals, did you lack anything?” They said, “Not a thing.” | Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. | did you lack anything Not a thing |   |
36 | And He said to them, “But now, whoever has a money belt is to take it along, likewise also a bag, and whoever has no sword should sell his garment and buy one. | εἶπεν δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. | should sell garment |   |
37 | For I tell you that this which is written must be completed in Me, ‘AND HE WAS NUMBERED WITH TRANSGRESSORS’; for that which refers to Me has its completion.” | λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει. | completed…completion |   |
38 | And they said, “Lord, look, here are two swords.” And He said to them, “It is enough.” | οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν. |   | |
39 | And He came out and went as was His custom to the Mount of Olives; and the disciples also followed Him. | Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί. | went |   |
40 | Now when He arrived at the place, He said to them, “Pray that you may not enter into temptation.” | γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. |   | |
41 | And He withdrew from them about a stone’s throw, and He knelt down and began to pray, | καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο |   | |
42 | saying, “Father, if You are willing, remove this cup from Me, yet not My will, but Yours be done.” | λέγων· Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. |   | |
43 | Now an angel from heaven appeared to Him, strengthening Him. | ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν. |   | |
44 | And being in agony He was praying very fervently, and His sweat became like drops of blood, falling down upon the ground. | καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. |   | |
45 | And when He rose from prayer, He came to the disciples and found them sleeping from sorrow, | καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, |   | |
46 | and said to them, “Why are you sleeping? Rise up and pray that you may not enter into temptation.” | καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. |   | |
47 | While He was still speaking, behold, a crowd came, and the one called Judas, one of the twelve, was coming ahead of them, and he approached Jesus to kiss Him. | Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. | coming ahead of |   |
48 | But Jesus said to him, “Judas, are you betraying the Son of Man with a kiss?” | Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; |   | |
49 | And when those around Him saw what was going to happen, they said, “Lord, shall we strike with the sword?” | ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; |   | |
50 | And one of them struck the slave of the high priest and cut off his right ear. | καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. |   | |
51 | But Jesus answered and said, “Stop! No more of this.” And He touched his ear and healed him. | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. |   | |
52 | Then Jesus said to the chief priests and officers of the temple and elders who had come against Him, “Have you come out with swords and clubs as against a robber? | εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; | as against a robber |   |
53 | While I was with you daily in the temple, you did not stretch out your hands against Me, but this hour and the authority of darkness are yours.” | καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. | stretch out…against |   |
54 | Now having arrested Him, they led Him away and brought Him to the house of the high priest, but Peter was following at a distance. | Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. |   | |
55 | And after they had kindled a fire in the middle of the courtyard and had sat down together, Peter was sitting among them. | περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν. |   | |
56 | And a servant-girl, seeing him as he sat in the firelight and looking intently at him, said, “This man was with Him too.” | ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· |   | |
57 | But he denied it, saying, “Woman, I do not know Him.” | ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα αὐτόν, γύναι. |   | |
58 | A little later, another saw him and said, “You are one of them too!” But Peter said, “Man, I am not!” | καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. |   | |
59 | And after about an hour had passed, another man began to insist, saying, “Certainly this man was with Him too, for he also is a Galilean.” | καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· | too |   |
60 | But Peter said, “Man, I do not know what you are talking about.” Immediately, while he was still speaking, a rooster crowed. | εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. |   | |
61 | And the Lord turned and looked at Peter. And Peter remembered the word of the Lord, how He had told him, “Before a rooster crows today, you will deny Me three times.” | καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς. |   | |
62 | And he went out and cried bitterly. | καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. |   | |
63 | Now the men who were holding Jesus in custody were mocking Him while they beat Him, | Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, | while they beat Him |   |
64 | and they blindfolded Him and were asking Him, saying, “Prophesy, who is the one who hit You?” | καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; |   | |
65 | And they were saying many other things against Him, blaspheming. | καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. |   | |
66 | And as the day came, the Council of elders of the people assembled, both chief priests and scribes, and they led Him away to their Sanhedrin, saying, | Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, | And as the day came |   |
67 | “If You are the Christ, tell us.” But He said to them, “If I tell you, you will not believe, | λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· |   | |
68 | and if I ask a question, you will not answer. | ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. |   | |
69 | But from now on THE SON OF MAN WILL BE SEATED AT THE RIGHT HAND of the power OF GOD.” | ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. |   | |
70 | And they all said, “Are You the Son of God, then?” And He said to them, “You yourselves say that I am.” | εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. | You yourselves |   |
71 | Then they said, “What further need do we have of testimony? For we have heard it ourselves from His own mouth. | οἱ δὲ εἶπαν· Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. |   | |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES