BIBLE
John 8
1 | But Jesus went to the Mount of Olives. | Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. |   | |
2 | Early in the morning He came again into the temple, and all the people were coming to Him; and He sat down and began to teach them. | Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. |   | |
3 | The scribes and the Pharisees brought a woman caught in adultery, and having set her in the center of the court, | ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, |   | |
4 | they said to Him, “Teacher, this woman has been caught in adultery, in the very act. | λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. |   | |
5 | Now in the Law Moses commanded us to stone such women; what then do You say?” | ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; |   | |
6 | They were saying this, testing Him, so that they might have evidence to accuse Him. But Jesus stooped down and with His finger wrote on the ground. | τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. | evidence to accuse |   |
7 | But when they persisted in asking Him, He straightened up and said to them, “Let him who is without sin among you be the first to throw a stone at her.” | ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. | Let |   |
8 | Again He stooped down and wrote on the ground. | καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. |   | |
9 | When they heard it, they began to go out one by one, beginning with the older ones, and He was left alone, and the woman, where she was, in the center of the court. | οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. |   | |
10 | Straightening up, Jesus said to her, “Woman, where are they? Did no one condemn you?” | ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; |   | |
11 | She said, “No one, Lord.” And Jesus said, “I do not condemn you, either. Go, and from now on sin no more.”] | ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.] | and from now on |   |
12 | Then Jesus again spoke to them, saying, “I am the Light of the world; he who follows Me will never walk in the darkness, but will have the Light of life.” | Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς. |   | |
13 | So the Pharisees said to Him, “You are bearing witness about Yourself; Your witness is not true.” | εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. |   | |
14 | Jesus answered and said to them, “Even if I bear witness about Myself, My witness is true, for I know where I came from and where I am going; but you do not know where I come from or where I am going. | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. |   | |
15 | You judge according to the flesh; I am not judging anyone. | ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. |   | |
16 | But even if I do judge, My judgment is true; for I am not alone in it, but I and the Father who sent Me. | καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. |   | |
17 | Even in your law it has been written that the witness of two men is true. | καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. |   | |
18 | I am He who bears witness about Myself, and the Father who sent Me bears witness about Me.” | ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. |   | |
19 | So they were saying to Him, “Where is Your Father?” Jesus answered, “You know neither Me nor My Father; if you knew Me, you would know My Father also.” | ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε. |   | |
20 | These words He spoke in the treasury, as He was teaching in the temple; and no one seized Him, because His hour had not yet come. | ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. | as He was teaching |   |
21 | Then He said again to them, “I am going away, and you will seek Me, and will die in your sin. Where I am going, you cannot come.” | Εἶπεν οὖν πάλιν αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. |   | |
22 | So the Jews were saying, “Surely He will not kill Himself, since He says, ‘Where I am going, you cannot come’?” | ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; | Surely He will not kill Himself… |   |
23 | And He was saying to them, “You are from below, I am from above. You are of this world, I am not of this world. | καὶ ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. |   | |
24 | Therefore I said to you that you will die in your sins. For unless you believe that I am He, you will die in your sins.” | εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. |   | |
25 | So they were saying to Him, “Who are You?” Jesus said to them, “What have I been saying to you from the beginning? | ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; |   | |
26 | I have many things to say and to judge concerning you, but He who sent Me is true; and the things which I heard from Him, these I am saying to the world.” | πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. | to say I am saying |   |
27 | They did not know that He had been speaking to them about the Father. | οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. |   | |
28 | So Jesus said, “When you lift up the Son of Man, then you will know that I am He, and I do nothing from Myself, but I speak these things as the Father taught Me. | εἶπεν οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ. | from Myself |   |
29 | And He who sent Me is with Me; He has not left Me alone, for I always do the things that are pleasing to Him.” | καὶ ὁ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. |   | |
30 | As He was speaking these things, many believed in Him. | ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. | As He was speaking believed |   |
31 | So Jesus was saying to those Jews who had believed Him, “If you abide in My word, then you are truly My disciples; | Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, | My disciples |   |
32 | and you will know the truth, and the truth will make you free.” | καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. |   | |
33 | They answered Him, “We are Abraham’s seed and have never yet been enslaved to anyone. How is it that You say, ‘You will become free’?” | ἀπεκρίθησαν πρὸς αὐτόν· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; |   | |
34 | Jesus answered them, “Truly, truly, I say to you, everyone who commits sin is the slave of sin. | Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· |   | |
35 | And the slave does not remain in the house forever; the son does remain forever. | ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. |   | |
36 | So if the Son makes you free, you will be free indeed. | ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. |   | |
37 | I know that you are Abraham’s seed; yet you are seeking to kill Me, because My word has no place in you. | οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. | are seeking |   |
38 | I speak the things which I have seen with My Father; therefore you also do the things which you heard from your father.” | ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε. |   | |
39 | They answered and said to Him, “Abraham is our father.” Jesus said to them, “If you are Abraham’s children, you would do the deeds of Abraham. | Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· |   | |
40 | But now you are seeking to kill Me, a man who has told you the truth, which I heard from God. This Abraham did not do. | νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. |   | |
41 | You are doing the deeds of your father.” They said to Him, “We were not born of sexual immorality; we have one Father: God.” | ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν. |   | |
42 | Jesus said to them, “If God were your Father, you would love Me, for I proceeded forth and have come from God, for I have not even come of Myself, but He sent Me. | εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν. | of Myself |   |
43 | Why do you not understand what I am saying? It is because you cannot hear My word. | διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. |   | |
44 | You are of your father the devil, and you want to do the desires of your father. He was a murderer from the beginning, and does not stand in the truth because there is no truth in him. Whenever he speaks a lie, he speaks from his own nature, for he is a liar and the father of lies. | ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. |   | |
45 | But because I speak the truth, you do not believe Me. | ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. |   | |
46 | Which one of you convicts Me of sin? If I speak truth, why do you not believe Me? | τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; |   | |
47 | He who is of God hears the words of God; for this reason you do not hear them, because you are not of God.” | ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. |   | |
48 | The Jews answered and said to Him, “Do we not say rightly that You are a Samaritan and have a demon?” | Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; |   | |
49 | Jesus answered, “I do not have a demon, but I honor My Father, and you dishonor Me. | ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. |   | |
50 | But I do not seek My glory; there is One who seeks and judges. | ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. |   | |
51 | Truly, truly, I say to you, if anyone keeps My word he will never see death—ever.” | ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. | never see death—ever |   |
52 | The Jews said to Him, “Now we know that You have a demon. Abraham died, and the prophets also; and You say, ‘If anyone keeps My word, he will never taste of death—ever.’ | εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· | never taste of death—ever |   |
53 | Surely You are not greater than our father Abraham who died? The prophets died too; whom do You make Yourself out to be?” | μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; |   | |
54 | Jesus answered, “If I glorify Myself, My glory is nothing; it is My Father who glorifies Me, of whom you say, ‘He is our God’; | ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν, |   | |
55 | and you have not known Him, but I know Him; and if I say that I do not know Him, I will be a liar like you, but I do know Him and keep His word. | καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. |   | |
56 | Your father Abraham rejoiced to see My day, and he saw it and was glad.” | Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. |   | |
57 | So the Jews said to Him, “You are not yet fifty years old, and have You seen Abraham?” | εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; |   | |
58 | Jesus said to them, “Truly, truly, I say to you, before Abraham was, I am.” | εἶπεν αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. | was |   |
59 | Therefore they picked up stones to throw at Him, but Jesus hid Himself and went out of the temple. | ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ. |   | |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES