BIBLE
John 11
1 | Now a certain man was sick, Lazarus from Bethany, the village of Mary and her sister Martha. | Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. | from |   |
2 | And it was the Mary who anointed the Lord with perfume, and wiped His feet with her hair, whose brother Lazarus was sick. | ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. |   | |
3 | So the sisters sent to Him, saying, “Lord, behold, he whom You love is sick.” | ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. |   | |
4 | But when Jesus heard this, He said, “This sickness is not to end in death, but is for the glory of God, so that the Son of God may be glorified by it.” | ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. |   | |
5 | Now Jesus loved Martha and her sister and Lazarus. | ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. |   | |
6 | So when He heard that he was sick, He then stayed two days in the place where He was. | ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· | two days |   |
7 | Then after this He said to the disciples, “Let us go to Judea again.” | ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. |   | |
8 | The disciples said to Him, “Rabbi, the Jews were just now seeking to stone You, and are You going there again?” | λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; |   | |
9 | Jesus answered, “Are there not twelve hours in the day? If anyone walks in the day, he does not stumble, because he sees the light of this world. | ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· |   | |
10 | But if anyone walks in the night, he stumbles, because the light is not in him.” | ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. |   | |
11 | He said these things, and after that He said to them, “Our friend Lazarus has fallen asleep; but I go, so that I may awaken him.” | ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. | these things |   |
12 | The disciples then said to Him, “Lord, if he has fallen asleep, he will be saved from his sickness.” | εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται. |   | |
13 | Now Jesus had spoken of his death, but they thought that He was speaking of actual sleep. | εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. |   | |
14 | So Jesus then said to them plainly, “Lazarus is dead, | τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, |   | |
15 | and I am glad for your sakes that I was not there, so that you may believe; but let us go to him.” | καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. |   | |
16 | Therefore Thomas, who is called Didymus, said to his fellow disciples, “Let us also go, so that we may die with Him.” | εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ. |   | |
17 | So when Jesus came, He found that he had already been in the tomb four days. | Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. |   | |
18 | Now Bethany was near Jerusalem, about fifteen stadia away; | ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. |   | |
19 | and many of the Jews had come to Martha and Mary, to console them about their brother. | πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. | their |   |
20 | Martha therefore, when she heard that Jesus was coming, went to meet Him, but Mary was sitting in the house. | ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. |   | |
21 | Martha then said to Jesus, “Lord, if You had been here, my brother would not have died. | εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· |   | |
22 | But even now I know that whatever You ask from God, God will give You.” | καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. | from |   |
23 | Jesus said to her, “Your brother will rise again.” | λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. |   | |
24 | Martha said to Him, “I know that he will rise again in the resurrection on the last day.” | λέγει αὐτῷ ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. |   | |
25 | Jesus said to her, “I am the resurrection and the life; he who believes in Me will live even if he dies, | εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, |   | |
26 | and everyone who lives and believes in Me will never die—ever. Do you believe this?” | καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; | never die–ever |   |
27 | She said to Him, “Yes, Lord; I have believed that You are the Christ, the Son of God, the One who comes into the world.” | λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. | the One who comes |   |
28 | And when she had said this, she went away and called Mary her sister, saying secretly, “The Teacher is here and is calling for you.” | Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. |   | |
29 | And when she heard it, she got up quickly and was coming to Him. | ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν· |   | |
30 | Now Jesus had not yet come into the village, but was still in the place where Martha met Him. | οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. |   | |
31 | Then the Jews—who were with her in the house and consoling her—when they saw that Mary rose up quickly and went out, they followed her, thinking that she was going to the tomb to cry there. | οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. | cry |   |
32 | Therefore, when Mary came where Jesus was, she saw Him, and fell at His feet, saying to Him, “Lord, if You had been here, my brother would not have died.” | ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. |   | |
33 | When Jesus therefore saw her crying, and the Jews who came with her also crying, He was deeply moved in spirit and was troubled, | Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, | crying |   |
34 | and said, “Where have you laid him?” They said to Him, “Lord, come and see.” | καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. |   | |
35 | Jesus wept. | ἐδάκρυσεν ὁ Ἰησοῦς. |   | |
36 | So the Jews were saying, “See how He loved him!” | ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. |   | |
37 | But some of them said, “Could not this man, who opened the eyes of the blind man, have kept this man also from dying?” | τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; |   | |
38 | So Jesus, again being deeply moved within, came to the tomb. Now it was a cave, and a stone was lying against it. | Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. |   | |
39 | Jesus said, “Remove the stone.” Martha, the sister of the deceased, said to Him, “Lord, by this time he smells, for he has been dead four days.” | λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. | he smells |   |
40 | Jesus said to her, “Did I not say to you that if you believe, you will see the glory of God?” | λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; |   | |
41 | So they removed the stone. Then Jesus raised His eyes, and said, “Father, I thank You that You have heard Me. | ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, |   | |
42 | And I knew that You always hear Me; but because of the crowd standing around I said this, so that they may believe that You sent Me.” | ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. |   | |
43 | And when He had said these things, He cried out with a loud voice, “Lazarus, come forth.” | καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. |   | |
44 | The man who had died came forth, bound hand and foot with wrappings, and his face was wrapped around with a cloth. Jesus said to them, “Unbind him, and let him go.” | ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν. |   | |
45 | Therefore many of the Jews who came to Mary, and saw what He had done, believed in Him. | Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· |   | |
46 | But some of them went to the Pharisees and told them the things which Jesus had done. | τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς. |   | |
47 | Therefore the chief priests and the Pharisees gathered the Sanhedrin together, and were saying, “What are we doing? For this man is doing many signs. | συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; | Sanhedrin |   |
48 | If we let Him go on like this, all will believe in Him, and the Romans will come and take away both our place and our nation.” | ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. |   | |
49 | But one of them, Caiaphas, who was high priest that year, said to them, “You know nothing at all, | εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, |   | |
50 | nor do you take into account that it is better for you that one man should die for the people, and that the whole nation not perish.” | οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. | better |   |
51 | Now he did not say this from himself, but being high priest that year, he prophesied that Jesus was going to die for the nation, | τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, | from Himself |   |
52 | and not for the nation only, but in order that He might also gather together into one the children of God who are scattered abroad. | καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. |   | |
53 | So from that day on they planned together to kill Him. | ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. |   | |
54 | Therefore Jesus no longer continued to walk openly among the Jews, but went away from there to the region near the wilderness, into a city called Ephraim; and there He stayed with the disciples. | Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν. |   | |
55 | Now the Passover of the Jews was near, and many went up to Jerusalem from the region before the Passover to purify themselves. | Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. | from |   |
56 | So they were seeking Jesus, and were saying to one another as they stood in the temple, “What do you think? That He will not come to the feast at all?” | ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; |   | |
57 | Now the chief priests and the Pharisees had given orders that if anyone knew where He was, he was to report it, so that they might seize Him. | δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. |   | |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES