BIBLE
Acts 13
1 | Now there were at Antioch, in the church that was there, prophets and teachers: Barnabas, and Simeon who was called Niger, and Lucius of Cyrene, and Manaen who had been brought up with Herod the tetrarch, and Saul. | Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. |   | |
2 | And while they were ministering to the Lord and fasting, the Holy Spirit said, “Set apart for Me Barnabas and Saul for the work to which I have called them.” | λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. |   | |
3 | Then, when they had fasted and prayed and laid their hands on them, they sent them away. | τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. |   | |
4 | So, being sent out by the Holy Spirit, they went down to Seleucia and from there they sailed to Cyprus. | Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον, |   | |
5 | And when they reached Salamis, they began to proclaim the word of God in the synagogues of the Jews, and they also had John as their helper. | καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. |   | |
6 | And when they had gone through the whole island as far as Paphos, they found a magician, a Jewish false prophet whose name was Bar-Jesus, | διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ, |   | |
7 | who was with the proconsul, Sergius Paulus, a man of intelligence. This man summoned Barnabas and Saul and sought to hear the word of God. | ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· |   | |
8 | But Elymas the magician (for so his name is translated) was opposing them, seeking to turn the proconsul away from the faith. | ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. |   | |
9 | But Saul, who was also known as Paul, filled with the Holy Spirit, fixed his gaze on him, | Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν |   | |
10 | and said, “You who are full of all deceit and fraud, you son of the devil, you enemy of all righteousness, will you not cease to make crooked the straight ways of the Lord? | εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; |   | |
11 | Now, behold, the hand of the Lord is upon you, and you will be blind and not see the sun for a time.” And immediately a mist and a darkness fell upon him, and he went about seeking those who would lead him by the hand. | καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. | a darkness fell upon him |   |
12 | Then the proconsul believed when he saw what had happened, being astonished at the teaching of the Lord. | τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. |   | |
13 | Now after Paul and his companions set sail from Paphos, they came to Perga in Pamphylia, but John left them and returned to Jerusalem. | Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. | set sail |   |
14 | But going on from Perga, they arrived at Pisidian Antioch. And on the Sabbath day, they went into the synagogue and sat down. | αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. |   | |
15 | And after the reading of the Law and the Prophets the synagogue officials sent to them, saying, “Brothers, if you have any word of exhortation for the people, say it.” | μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. | Brothers |   |
16 | So Paul stood up, and motioning with his hand said, | ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· |   | |
17 | The God of this people Israel chose our fathers and lifted up the people during their stay in the land of Egypt, and with an uplifted arm He led them out from it. | ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, |   | |
18 | And for a period of about forty years He put up with them in the wilderness. | καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, |   | |
19 | And when He destroyed seven nations in the land of Canaan, He distributed their land as an inheritance—all of which took about 450 years. | καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. |   | |
20 | After these things He gave them judges until Samuel the prophet. | καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. |   | |
21 | Then they asked for a king, and God gave them Saul the son of Kish, a man of the tribe of Benjamin, for forty years. | κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· |   | |
22 | And after He had removed him, He raised up David to be their king, about whom He also said, bearing witness, ‘I HAVE FOUND DAVID the son of Jesse, A MAN AFTER MY HEART, who will do all My will.’ | καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. |   | |
23 | From the seed of this man, according to promise, God has brought to Israel a Savior, Jesus, | τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν, | seed |   |
24 | after John had preached before His coming a baptism of repentance to all the people of Israel. | προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. |   | |
25 | And as John was fulfilling his course, he kept saying, ‘What do you suppose that I am? I am not He. But behold, one is coming after me of whom I am not worthy to untie the sandals of His feet.’ | ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν· Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. |   | |
26 | “Brothers, sons of Abraham’s family, and those among you who fear God, to us the word of this salvation was sent. | Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. | Brothers |   |
27 | For those who live in Jerusalem, and their rulers, recognizing neither Him nor the utterances of the prophets which are read every Sabbath, fulfilled them by condemning Him. | οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, |   | |
28 | And though they found no ground for death, they asked Pilate that He be executed. | καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· |   | |
29 | And when they had finished all that was written concerning Him, they took Him down from the tree and laid Him in a tomb. | ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. | finished |   |
30 | But God raised Him from the dead; | ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· |   | |
31 | and for many days He appeared to those who came up with Him from Galilee to Jerusalem, the very ones who are now His witnesses to the people. | ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. |   | |
32 | And we proclaim to you the good news of the promise made to the fathers, | καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην |   | |
33 | that God has fulfilled this promise to our children in that He raised up Jesus, as it is also written in the second Psalm, ‘YOU ARE MY SON; TODAY I HAVE BEGOTTEN YOU.’ | ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. |   | |
34 | But that He raised Him up from the dead, no longer to return to corruption, He has spoken in this way: ‘I WILL GIVE YOU THE HOLY and FAITHFUL lovingkindnesses OF DAVID.’ | ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. | But |   |
35 | Therefore He also says in another Psalm, ‘YOU WILL NOT GIVE YOUR HOLY ONE OVER TO SEE CORRUPTION.’ | διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· | TO SEE CORRUPTION |   |
36 | For David, after he had served the purpose of God in his own generation, fell asleep and was laid among his fathers and saw corruption; | Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, | saw |   |
37 | but He whom God raised did not see corruption. | ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. | see |   |
38 | Therefore let it be known to you, brothers, that through Him forgiveness of sins is proclaimed to you, | γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, |   | |
39 | and that in Him, everyone who believes is justified from all things which you could not be justified from through the Law of Moses. | καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. | in Him justified |   |
40 | Therefore watch out, so that the thing spoken of in the Prophets may not come upon you: | βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις· |   | |
41 | ‘LOOK, YOU SCOFFERS, AND MARVEL, AND PERISH; | Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, |   | |
42 | And as Paul and Barnabas were leaving, the people kept pleading that these words might be spoken to them the next Sabbath. | Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. |   | |
43 | Now when the meeting of the synagogue had broken up, many of the Jews and of the God-fearing proselytes followed Paul and Barnabas, who, speaking to them, were urging them to continue in the grace of God. | λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ. |   | |
44 | And the next Sabbath, nearly the whole city assembled to hear the word of the Lord. | Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου. | the word of the Lord |   |
45 | But when the Jews saw the crowds, they were filled with jealousy and began contradicting the things spoken by Paul, blaspheming. | ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες. |   | |
46 | Paul and Barnabas spoke out boldly and said, “It was necessary that the word of God be spoken to you first. Since you reject it and judge yourselves unworthy of eternal life, behold, we are turning to the Gentiles. | παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· |   | |
47 | For so the Lord has commanded us, | οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· | END |   |
48 | And when the Gentiles heard this, they began rejoicing and glorifying the word of the Lord, and as many as had been appointed to eternal life believed. | ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· | word of the Lord |   |
49 | And the word of the Lord was being spread through the whole region. | διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας. | word of the Lord |   |
50 | But the Jews incited the God-fearing women of prominence and the leading men of the city, and instigated a persecution against Paul and Barnabas, and drove them out of their district. | οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. | God-fearing |   |
51 | But having shaken off the dust of their feet against them, they went to Iconium. | οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, |   | |
52 | And the disciples were continually filled with joy and with the Holy Spirit. | οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου. |   | |
The English biblical text is taken from the Legacy Standard Bible
Legacy Standard Bible Copyright ©2021 by The Lockman Foundation. All rights reserved.
Managed in partnership with Three Sixteen Publishing Inc. LSBible.org
For permission to quote information visit http://www.LSBible.org
The Hebrew Old Testament is taken from the Unicode/XML Westminster Leningrad Codex
WLC Version 4.20 | UXLC 2.0 (27.1)
Transcribed to Unicode/XML by Christopher V. Kimball, Publisher (Tanach.us Inc.)
The Westminster Leningrad Codex is in the public domain.
For more information visit www.Tanach.us
The Greek New Testament is taken from the Society of Biblical Literature Greek New Testament
Edited by Michael W. Holmes
The SBLGNT is licensed freely under the Creative Commons Attribution 4.0 International Public License
Copyright 2010 Logos Bible Software and the Society of Biblical Literature
For more information about the SBLGNT visit www.SBLGNT.com
NOTES